EN Lat Orig
Epitaphius Adonis
Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις·
ὤλετο καλὸς Ἄδωνις ἐπαιάζουσιν Ἔρωτες.
μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε·
ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
5 στήθεα καὶ λέγε πᾶσιν ἀπώλετο καλὸς Ἄδωνις.
αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
10 χιονέας κατὰ σαρκός, ὑπὀφρύσι δὄμματα ναρκῇ,
καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ
θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
ἀλλοὐκ οἶδεν Ἄδωνις, νιν θνᾴσκοντἐφίλησεν.
15 αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·
μεῖζον δ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· δἈφροδίτα
20 λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν
ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·
ὀξὺ δὲ κωκύουσα διἄγκεα μακρὰ φορεῖται
Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
25 ἀμφὶ δέ νιν μέλαν αἷμα παρὀμφαλὸν ᾀωρεῖτο,
στήθεα δἐκ μηρῶν φοινίσσετο, τοὶ δὑπὸ μαζοὶ
χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
30 Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·
κάτθανε δ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ
ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.
καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
35 ἄνθεα δἐξ ὀδύνας ἐρυθαίνεται· δὲ Κυθήρα
πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
Ἀχὼ δἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
40 ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
45 ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δαὖ πύματόν με φίλησον,
τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
50 ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, δὲ τάλαινα
ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
55 πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
ἐμμὶ δἐγὼ πανάποτμος, ἔχω δἀκόρεστον ἀνίαν,
καὶ κλαίω τὸν Ἄδωνιν, μοι θάνε, καί σε φοβεῦμαι.
θνᾴσκεις τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
χήρα δ Κυθέρεια, κενοὶ δἀνὰ δώματἜρωτες.
60 σοὶ δἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
ὧδὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες
αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
δάκρυον Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
65 αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
μηκέτἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
70 λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
75 βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετἌδωνις.
κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
80 ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
κειράμενοι χαίτας ἐπἈδώνιδι· χὢ μὲν ὀϊστώς,
ὃς δἐπὶ τόξον ἔβαλλεν, δὲ πτερόν, ὃς δὲ φαρέτραν·
χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
χρυσείῳ φορέουσιν ὕδωρ, δὲ μηρία λούει,
85 ὃς δὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δὙμήν,
Ὑμὴν οὐκέτἀείδει ἑὸν μέλος, ἀλλἐπαείδει
90 αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον Ὑμέναιον.
αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
αἰαῖ δὀξὺ λέγοντι πολὺ πλέον Παιῶνα.
χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
95 καί νιν ἐπαείδουσιν· δέ σφισιν οὐχ ὑπακούει·
οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·
δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.
Tap any Greek word to look it up
An open-access project
Edmonds 1916
Loeb
Edmonds (eclectic), 1916 · 1916
The Editor

John Maxwell Edmonds (1875–1958) was a Fellow of Jesus College, Cambridge, who produced the Loeb Classical Library editions of the Greek lyric poets, iambic and elegiac poets, and other fragmentary Greek poetry. A prolific but sometimes controversial editor, Edmonds was known for his willingness to supplement and restore fragmentary texts — an approach that drew criticism from more cautious scholars but made otherwise inaccessible fragments available to a wider audience.

About This Edition

Edmonds's Loeb editions present fragmentary Greek poetry with facing English translations. Following Loeb convention, the text is based on existing critical editions supplemented by Edmonds's own supplements and restorations. For fragmentary poetry, more reliable editions are now provided by later collections (e.g. D. L. Page, M. L. West, and the multi-volume Supplementum Epigraphicum Graecum), but Edmonds's Loebs remain useful for their translations and accessibility.

Translator

J. M. Edmonds (Loeb Classical Library)

Text Basis

Edmonds's own eclectic text for the Loeb Classical Library.

Tap any Greek word to look it up