Orationes 54
§2–40
§2 εἴπερ τι τῶν πάντων, ἄνδρες Ἀθηναῖοι, πρὸς τὸ
§4 κοινῇ λυσιτελοῦν ἔχον τῇ πόλει καὶ φέρον ἐπὶ πλεῖστον εἰς δόξαν· καὶ τὸν τοῦ Λεπτίνου νόμον, ὡς οὐ καλῶς ἔχονθʼ ἡμῖν, ἐκποδὼν πεποιῆσθαι. εἰ γὰρ μὲν διʼ ὧν γράφει καὶ νομοθετεῖ οὕτω παντάπασιν ἀτέλειαν ἀναιρεῖ, ὡς μὴ ὅτι τοὺς ἔχοντας αὐτὴν ἀφελέσθαι, ἀλλὰ καὶ ἡμᾶς
§6 αὐτοὺς τὸ μηκέθʼ οἵους τʼ εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι· ἡμῖν δὲ διʼ αὐτῆς ταύτης τὰ κράτιστα παρὰ πάντων μετὰ τοὺς θεοὺς ἀπαντᾷ, οὐ μόνον καθʼ ἡμῶν ἐστιν ἀτεχνῶς, τούτοις μηδʼ ὁπωστιοῦν ἡμᾶς χρῆσθαι προσῆκεν, ἀλλὰ καὶ τὸν ταῦτʼ εἰργασμένον κολάζειν τε καὶ μισεῖν καὶ τῆς πόλεως ὥσπερ τινὰ κῆρα παντάπασιν ἐξελαύνειν. δεῖ γάρ που δυοῖν θάτερον, μᾶλλον δὲ πᾶσα ἀνάγκη· εἰ μὲν ἡμῶν αὐτῶν ὡς ἀληθῶς ποιούμεθα λόγον, μηδένα τούτου τὸ παράπαν λόγον ποιεῖσθαι, μᾶλλον δʼ ὅπως αὐτίκα πεπαύσεται πάντα ποιεῖσθαι λόγον· εἰ δʼ ὅπως κύριος ἔσται· τοῦτο δʼ ἀπείη. ποιησόμεθα λόγον, δόξομεν εὖ οἶδα πᾶσιν, ἡμῶν μὲν αὐτῶν οὐδʼ ὁντινοῦν λόγον ποιεῖσθαι, τοῦ
§8 δʼ ὅπως τὰ ἡμέτερα αὐτῶν ἕξει κακῶς πολύν τινα λόγον ποιεῖσθαι. καὶ τίς ἂν ταῦτα φήσειε; καίτοι εἰ τὸ πρὸς τὴν πόλιν ἐρραστωνεῦσθαι καὶ μὴ τὴν γιγνομένην ταυτησὶ πρόνοιαν ἴσχειν οὐκ ἀγαθοῦ τινος καὶ δημοτικοῦ φάσκομεν εἶναι πολίτου· ὅταν τις πρὸς αὐτῷ τούτῳ καὶ ταύτῃ καθάπαξ λυμαίνεται, ταῦτα γράφειν καὶ νομοθετεῖν ἐκ περιουσίας αἱρεῖται, ποῦ τουτονὶ θήσομεν; ὡς μὲν οὖν πανοῦργος ἡμῖν, ἄνδρες Ἀθηναῖοι, καὶ δύσνους καὶ τὰ τοιαῦτα Λεπτίνης, καὶ ὡς τῆς ἀγαθῆς καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης ἀντίπαλος τύχης, ἐν ὑστέρῳ καὶ δὴ σαφῶς ἐπιδείξω· ὅτι δʼ οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλʼ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε.
§10 πρῶτον μὲν οὖν, ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτʼ οὔτʼ ἔγραψεν οὔτʼ εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτʼ εἰρηκότες, ὥσπερ καὶ τἄλλα, διʼ ὧν ἡμῖν πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθʼ ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτʼ ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν, ἀτέλειαν
§12 ἐκ μέσου τιθείς. ἀλλὰ μή πω τοῦτο, ἀλλʼ ὅτι διʼ ὧν μόνος τῶν πάντων ἀναιρεῖν ταύτην πειρᾶται καὶ ὅπως μηκέτʼ ἔσται τοῦ λοιποῦ πᾶσαν εἰσφέρει σπουδὴν, διὰ τούτων οὐχ ἥκιστα πάντων συνίστησι ταύτην, καὶ ὅπως εἰς ἅπαν ἔσται κατασκευάζει σαφῶς. ὅταν γὰρ ταύτῃ μὲν οὐδʼ ἡντινοῦν μέμψιν ἐπάγῃ, οὐδʼ ἀγορεύειν κακῶς ἀξιοῖ, ἀναξίους δέ τινας φάσκῃ ταυτησὶ μετασχόντας τῶν λειτουργιῶν ἀποσχέσθαι, ἄμφω ταυτὶ μαρτυρεῖ, καὶ τὴν ἀτέλειαν ὡς κάλλιστα ἔχειν καὶ χρῆναι ταύτην εἰς ἀεὶ παραμένειν τῇ πόλει, καὶ πρός γε ἔτι τὸ μηδʼ ἂν αὐτὸς ἐπὶ τὸ νομοθετεῖν κεκινῆσθαι, εἰ τοὺς μετέχοντας ἀξίους ἑώρα. ὅτε τοίνυν οὐκ ἂν τοῦτʼ ἔδρα, εἰ μηδεὶς ἀνάξιος ἦν, οὐκ εἰκότως οὐδʼ ἐξ ἀνάγκης κατὰ τῆς ἀτελείας χωρεῖ, δέον κατὰ τῶν ἀναξίων μόνον, ὡς οὐ προσηκόντων τῷ πράγματι.
§14 καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον. ἀλλʼ ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς ἀξιοῦσθαι. ἄλλως δὲ οὐδʼ ἀνάξιος πώποτʼ οὐδεὶς, ὡς ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδʼ ἐγγὺς, ἀλλʼ ὅστις τὰ πρὸς ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ τοιούτους μάλισθʼ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη· κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστʼ ἀνάξιός ἐστʼ οὐδεὶς, Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλʼ εἰ καὶ τὰ
§16.1 μάλιστα τοῦθʼ οὕτως ἔχει, ὅτι μὲν πολλῷ κάλλιον καὶ φιλανθρωπότερον διὰ τοὺς ἀξίους δή που καὶ τοὺς ἀναξίους τιμᾶσθαι διὰ τοὺς ἀναξίους ἀποστερεῖσθαι ταύτης καὶ τοὺς ἀξίους, ἐῶ. ἀλλὰ καὶ οὕτω σαυτῷ περιπίπτεις. τί γὰρ οὐ τοὺς ἀναξίους μόνους, ἀλλὰ καὶ τοὺς ἀξίους ἁπλῶς ἀτελείας ἀποστερεῖς; εἰ γὰρ τῷ ὄντι μόνοις τουτοισὶ δυσχεραίνεις, ἔδει δή που τούτων μεμνῆσθαι μόνων, τῶν δʼ ἄλλων ἀπέχεσθαι. νῦν δὲ οἷς πάντας ἁπλῶς ὑπάγεις τῷ νόμῳ ἔοικας οὐχ οὓς λέγεις μόνους κακίζων, ἀλλὰ κοινῇ πᾶσι βασκαίνων πάντας ἀφαιρεῖσθαι πειρᾶσθαι τὰς δωρεάς. μᾶλλον δὲ οὐκ εἰκάζειν, ἀλλʼ εἰδέναι δίδως σαφῶς μηδʼ ὁπωστιοῦν ἔχων πρὸς ταῦτʼ ἀντειπεῖν.
§16.2 σκόπει δὲ καὶ οὕτως. εἰ ὅστις ἀνάξιος, ὡς αὐτὸς λέγεις, οὗτος καὶ ἀτελείας ἀνάξιος, ἀνάγκη πᾶσα τοὺς ἀξίους ταύτης τυγχάνειν, ἵνα καὶ τὸ διάφορον ἑκατέρων
§18 σώζηται· ἂν δὲ καὶ οὗτοι μετὰ τῶν ἀναξίων ἐκπέσωσι ταύτης, πρῶτον μὲν οὐκ οἶδʼ ὅτῳ τῶν ἀναξίων διοίσουσιν· ἔπειτʼ ἀνάξιοι δόξουσιν εἶναι, τῶν γε ἀξίων ὄντες. μᾶλλον δὲ ταῦτʼ ἄμφω συμβήσεται, τοὺς μὲν ἀξίους ἀναξίους δοκεῖν τοῦτʼ εἶναι τὸ μέρος, τοὺς δὲ ἀναξίους ἀξίους, ἐπειδήπερ ἄμφω ταύτης ἐξ ἴσης στερήσονται. καὶ μὴν τοὺς μὲν ἀναξίους ὄντας ἀξίους πόλις οἷς μετέδωκεν ἔδειξε, σὺ δὲ καὶ τοὺς ἀξίους παρʼ ἑαυτῶν διʼ ὧν ἀποστερεῖς οὕτως ἀναξίους ἐργάζει καὶ πολλῷ χείρους ἐκείνων, ὡς τοῖς μὲν οὐδὲν ἂν γενέσθαι καινὸν ἐκπεσοῦσι τῆς δωρεᾶς· ἀνάξιοι γὰρ κατὰ τὸν σὸν τυγχάνοντες λόγον, ἀνάξιοι πάλιν ἔσονται· οἱ δʼ ἄξιοι καὶ πρὸ ταύτης ὄντες καὶ ταύτης ἀξίως τυχόντες εἰς ἀναξίους τελέσουσι ταυτησὶ στερηθέντες· καὶ ταῦτʼ οὐδὲν ἐγκαλούμενοι τὸ παράπαν, καθάπερ ἐκεῖνοι. οὐκοῦν καὶ κατὰ τοὺς ἀξίους καὶ κατʼ αὐτοὺς δή που τοὺς ἀναξίους εἰς τοὐναντίον τὸ πρᾶγμά σοι περιίσταται καὶ σαυτὸν αὐτὸς ἐξελέγχεις, διὰ μὲν τοῦ τοὺς ἀναξίους μόνους καὶ μὴ τοὺς ἀξίους προΐσχεσθαι μάτην τοὺς ἀξίους τῶν πρὸς ἀξίαν ἀποστερῶν, διὰ δʼ αὖ τοῦ καὶ τοῖς ἀξίοις καὶ μὴ μόνοις τοῖς ἀναξίοις
§20.1 ἐπηρεάζειν βούλεσθαι, οὐδὲ τοὺς ἀναξίους προϊσχόμενος ἐν καιρῷ, οὕτως ἡμᾶς οἷς λέγεις παράγων, οἷς πράττεις λέγεις ἐλέγχεις. καὶ τοὺς ἀναξίους προτείνων, σὺ δʼ οὐδὲ τῶν ἀξίων ἀπέχει, μᾶλλον δὲ καὶ πάντων ἡμῶν. καὶ τοσούτῳ μᾶλλον ἡμῶν, ὅσῳ τοὺς μὲν αὐτὸ τοῦτο μόνον ἀτελείας ἀποστερεῖς, ἡμᾶς δὲ ἀδικεῖς μὲν οὐχ ἧττον καὶ τοῦτο τὸ μέρος, εἴπερ τἀκείνων ἡμέτερα χρὴ λέγειν.
§20.2 ἀδικεῖς δὲ καὶ οἷς περὶ τοὺς εὐεργέτας ἀγνωμονοῦντας ἡμᾶς φιλονεικεῖς ἀποφαίνειν, καὶ οἷς ἀτέλειαν οὔθʼ ἡμεῖς ἡμῖν αὐτοῖς, εἴ τῳ ταύτης ἐν τῷ τοῦ καιροῦ καλοῦντι δεήσει, οἷοί τε πορίζειν ἐσόμεθα, οὔθʼ ἑτέρους οὑστινασοῦν οὔτε νῦν οὔτε εἰσαῦθις τουτοισὶ δεδωρῆσθαι. καὶ τὸ πάντων δεινότατον, τῆς εἰς ἡμᾶς φιλοτιμίας ἀπείρξομεν πάντας, ἐὰν τοῖς εὖ πεποιηκόσι καλῶς καὶ δικαίως ἀποδεδώκαμεν πάλαι, ταῦτʼ αὐτοὺς ἤδη παρὰ
§22 πάντας ἀφελώμεθα νόμους, διὰ τοὺς νόμους τοὺς σούς. ὅπερ οὐκ ἄτοπον μόνον, ἀλλὰ καὶ παντάπασιν ἀσεβές· ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθʼ ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης· ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τʼ ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ μὴ προσῆκε συμπλάττειν, ἐφʼ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλʼ οὐδὲ νόμων ὅλως
§24.1 ἀκροᾶσθαι δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δʼ εἴπερ τις τὰ τοιαῦτα τεχνίτης. ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγʼ ἂν φαίην, ἀλλʼ ἀνομίαν αὐτὸ καὶ τῆς πολιτείας ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲς, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺς ἀγαθοὺς νόμους ἴσχειν εἰκὸς, οὓς καὶ κοινοὺς τῶν πραγμάτων σωτῆρας μετὰ τοὺς θεοὺς ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡς ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, πρόησθʼ, αὐτὸν αἴτιον ἂν γεγενῆσθαι.
§24.2 ὅτι δὲ καὶ Λεπτίνης αὐτὸς οὐχ οἷς λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πως διʼ ὧν τοῦ τʼ εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖς ὑπὲρ ἀτελείας αὖθις θήσουσι νόμον θανάτου τιμᾶται, οὐδενὸς τῶν νομοθετῶν, ὡς ἅπαντες ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντος τοῖς νόμοις. ναὶ,
§26.1 φησί· διὰ γὰρ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον ταῦτʼ εἰκότως προσγράψαι. τί οὖν ἐκώλυεν, εἴπερ ταῦθʼ οὕτως εἶχε, Λεπτίνη, μὴ καὶ ξύμπαντας τοὺς ἐξ ἀρχῆς νομοθετικοὺς ταῦτα τοῖς σφῶν νόμοις προσγράψαι, ἀλλʼ ἁπλῶς οὕτως ὑποθέσθαι τὸ δέον; τότε μὲν τῆς πολιτείας οἱ κρείττους παθῶν ἐπεστάτουν θεοὶ, νῦν δʼ ἐπεὶ δημαγωγεῖν ἔχουσιν ἄνθρωποι καὶ ταύτῃ τὰ κοινὰ διοικεῖται, χώραν ἴσχει τοῦ φενακισμοῦ; ἀλλʼ οὐκ ἂν εἰπεῖν ἔχοις· ἀλλʼ οἶμαι τῷ μηδʼ ὁτιοῦν φλαῦρον, ἀλλὰ πάντα τὰ βέλτιστα ξυνειδέναι τοῖς αὐτῶν νόμοις, τοῖς μὲν οὐδεμιᾶς τινος τοιαύτης ἐμέλησε τῆς προσθήκης, σοὶ δὲ οἷς ταύτης ἐμέλησεν ἔδειξας οὐ σφόδρα τοῖς νόμοις οἷς λέγεις θαρρεῖν.
§26.2 χωρὶς δὲ τούτων εἰ μὲν οὐδέσιν ἄλλοις, μόνῳ δʼ ἐνῆν τῷ δήμῳ περὶ πάντων ἔχειν ψηφίζεσθαι, οὐδʼ οὕτως ἂν ἦν παράκρουσιν ἡντινοῦν ὑφορᾶσθαι, διὰ τὸ
§28 τὸν δῆμον τῶν Ἀθηναίων τῶν παρʼ ἄλλοις δικαστῶν εἶναι βελτίω καὶ οἷον εἰκὸς τὸν τῆς Ἀθηνᾶς τρόφιμον. ἴσως δʼ οὖν καί τι τοιοῦτον ἂν ξυνηνέχθη. ὅτε δὲ καὶ βουλή τις ἡμῖν θαυμαστὴ καὶ πάνθʼ προσῆκεν αἱρούμενος δῆμος καὶ δικαστῶν πλῆθος καλόν τε κἀγαθὸν καὶ τῇ περὶ τοὺς νόμους ἀκριβείᾳ καὶ τὸν Ῥαδάμανθυν ἂν παριόντων· πῶς οἷόν τʼ ἀπάτην διὰ τοσούτων καὶ τηλικούτων χωρῆσαι; πῶς ἂν ὁμοῦ πάντας ἔλαθε γεγονυῖα; καὶ μὴν εἰ μὲν ἡμῶν ἀπάτη κρατεῖ καὶ πρὸς τὸ πάθος ἑτοίμως ἔχομεν, ἔδει δή που κἀν τῷ παρόντι τοῦθʼ ὑπὸ σοῦ πεπονθέναι. νῦν δὲ περὶ ὧν ἤδη νόμον εἰσάγεις ἀπατᾶν ἡμᾶς ἐπιχειρῶν, ὡς ἄρα τῶν βελτίστων ταῦτʼ ἐστὶ τῇ πόλει, τοσοῦτον ἀπέχεις βούλει ῥᾳδίως εἰργάσθαι, ὡς καὶ μὴ βούλει ῥᾳδίως περιπεσεῖν, κακουργίας καὶ
§30 συκοφαντίας ἀτεχνῶς ἁλισκόμενος. ἔτι τοίνυν εἰ διαρρήδην μὲν παρὰ πάντων ὁμολογεῖται δεινούς τινας Ἀθηναίους μάλιστα πάντων τὰ δέοντα ξυνορᾶν καὶ τούτου κάλλιον, τῶν εὑρόντων ἄμεινον χρῆσθαι, σὺ δʼ οἷς αὐτοὺς φάσκεις πρὸς ἐξαπάτην ἔχειν ἑτοίμως, εἰς Μελητίδας ἐντάττεις, ἡδέως ἄν σε ἐροίμην ποτέροις δή τισιν ἡμᾶς προσεκτέον τὸν νοῦν, πότερον πᾶσι τοῖς ἄλλοις σοί γε; οὐ γὰρ ἀμφοῖν, οἶμαι, φήσεις, οὐδʼ οἷόν τε, ἀλλʼ ἀνάγκη δυοῖν θάτερον, πάντας ἀνθρώπους οὐκ ἀληθῆ περὶ
§32.1 ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.
§32.2 εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς
§34 μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που
§36 καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος· τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντʼ ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν τὸ τὰ βέλτισθʼ αἱρεῖσθαι, οὐδʼ ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλʼ ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότʼ ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτʼ Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς
§38.1 οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.
§38.2 καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ
§40 τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ
§42–80
§42 γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομεν
§44.1 ἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;
§44.2 καὶ οὐ τοῦτο μόνον, ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δʼ ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δʼ αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρʼ ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρʼ ἡμῶν, τῇ δʼ ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρʼ αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρʼ ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθʼ ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν
§46 δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶ
§48 δικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλους
§50.1 χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.
§50.2 καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν
§52.1 τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις;
§52.2 μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν,
§54 ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν. θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδʼ ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δʼ ἐξ ὧν ἂν εἰκότως μισοῖθʼ ὑφʼ ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδʼ ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατʼ Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτʼ , καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς
§56.1 αὐτοὺς οἷόν τʼ ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντʼ ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλʼ ἐφʼ οἷς εἶχον μεμενηκότες. εἰ δʼ ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφʼ ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν.
§56.2 ἀλλὰ μὴν καὶ περί γʼ αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δʼ οὐχ ὅσον ἐλάττω καὶ φαύλην παντάπασι καὶ οὐδʼ
§58 αὐτὸ τοῦτο διὰ σμικρότητα δοκοῦσαν δήπουθεν ὄνησιν, ἀλλὰ καὶ οἵαν παροραθεῖσαν μηδʼ ὁπωστιοῦν ἂν τῷ κοινῷ λελυμάνθαι. διὰ τί; ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθʼ ἥκει, ἀλλʼ οἷς ἄξιον τὰ τοιαῦθʼ ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθʼ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς ἰέναι, ἀλλὰ μηδʼ ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδʼ ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτʼ εἰς ἀριθμοῦ μήτʼ εἰς πραγμάτων ἐπίδοσιν· μᾶλλον δʼ ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστʼ εἴ τις νῦν ἔροιθʼ ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτʼ ἂν εὖ οἶδʼ ὅτι φήσαιτε
§60 πάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε. οὐκοῦν ἄτοπον καὶ τῷ λυσιτελεῖ πολεμοῦν παρʼ οὗ μὲν δόξα καὶ κέρδος ὑμῖν, τοῦτʼ εἰσφέροντας τουτουσὶ μὴ θαυμάζειν μηδὲ τοῖς ἴσοις τιμᾶν, παρʼ οὗ δὲ μηδʼ ἡτισοῦν ὄνησίς ἐστι, μὴ τοῦτο ποιοῦντας κακίζειν, καὶ τὴν οὐδὲν ἔχουσαν κέρδος λειτουργίαν περὶ πλείονος ἄγειν τῆς θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως· ἣν, ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα, οὐ τούτων, ὡς ἐγᾦμαι, τοσοῦτον δεόμενοι, ὅσον τοῦ καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι; μᾶλλον δὲ διὰ τὸ βούλεσθαι καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι τουτωνὶ δέονται δή που, εὖ εἰδότες ὡς εἰ καὶ τὸ καλοὺς κἀγαθοὺς αὐτοὺς γεγενῆσθαι αἰτιώτατον σφίσι τοῦ γερῶν ἠξιῶσθαι, ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδʼ ἂν τουτὶ γεγονός. ἀλλʼ ἐπεὶ τὸ γερῶν ἠξιῶσθαι καλοὺς κἀγαθοὺς δείκνυσι μᾶλλον, καὶ γνωριμωτέρους καθίστησι πᾶσι, καθάπερ τοὺς Ὀλυμπιονίκας οἱ πομπικοὶ
§62.1 στέφανοι, διὰ τοῦτο δεῖ δή που, μᾶλλον δὲ πᾶσα ἀνάγκη καὶ γερῶν αὐτοὺς ἠξιῶσθαι, ὡς ἂν μᾶλλον καλοὶ κἀγαθοὶ καὶ νῦν καὶ εἰσαῦθις πᾶσι καὶ δοκῶσι καὶ ὦσιν· ὡς ἤδη τινὲς ἠριστευκότες ἐν μάχαις, καὶ ὁτιοῦν ἄλλο χρηστὸν εἰργασμένοι, ἐπειδήπερ οὐχ ὧν ἔδει μετέσχον, οὐδὲ τῆς εἰσέπειτʼ ἀπέλαυσαν προθυμίας, οὐδʼ ὅτι τοιοῦτοί τινες ἦσαν γεγόνασι δῆλοι, ἀλλʼ ἠπιστήθησαν τοῖς πολλοῖς, κατʼ αὐτὸν τὸν τῆς ἐπιδείξεως χρόνον μόνοις τοῖς θεαταῖς βοηθέντες.
§62.2 καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδʼ εἱστισοῦν αὐτοῖς ἦν, οὐδʼ ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δʼ ὅπως αὐτοῦ τύχοιεν πάντʼ ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς παρʼ ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστʼ αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι
§64 τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδʼ ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθʼ ὑπʼ οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτʼ ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δʼ ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μῖσος τῇ πόλει καὶ τὸ μὴ παρʼ ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτην
§66 τῶν ὑφʼ ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου
§68 χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς
§70.1 χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι.
§70.2 οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν
§72 λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν
§74 παρεσκεύασαν· οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ
§76.1 ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας.
§76.2 τοσαύτης οὖν καὶ τηλικαύτης, ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν
§78 ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.
§80 πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης μὴ δεῖ συμβουλεύων, Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν
§82–120.1
§82 τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ
§84 τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ
§86.1 τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην διʼ ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν, ἅθʼ ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δʼ αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτʼ ἀνεχόμεθα, καὶ ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή.
§86.2 χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλʼ ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος, μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθʼ
§88 ἕξομεν ὀφθαλμοῖς καθορᾶν, οὓς διὰ τῆς ὧν δεδώκαμεν ἀφαιρέσεως ἀτιμάσομεν, ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων· τούς τʼ ἐπιγιγνομένους ἡμῶν καταλελήψεται τοὔνειδος, καὶ ὡς ἀγνωμονούντων παῖδας ἐκτρέψονται καὶ μισήσουσι πάντες. οὐ μὴν ἀλλὰ καὶ τῶν προγόνων οὐ μόνον ὑπὲρ τῶν ἀδικούντων θαυμαστὴ καὶ ἄτοπος προθυμία τε καὶ σπουδὴ, ἀλλὰ καὶ πρὸς τοὺς ἠτυχηκότας καὶ καταπεφευγότας εἰς τὴν πόλιν φιλανθρωπία καὶ τὸ σώζεσθαι λόγος ἄλλως ἅπαντα ταῦτʼ οἶμαι δόξει, ὑπὸ τῆς ἡμετέρας ἀπιστηθέντα κακίας. τὸ γὰρ τοὺς εὖ πεποιηκότας ὧν ἀντευπεποιήκαμεν ἀποστερεῖν αὖθις ἐθέλειν ὥσπερ ἐκ μεταμελείας ἡμᾶς, ἄνευ τοῦ τῶν ἀδικωτάτων εἶναι, τεκμήριον
§90.1 ποιήσονται δή που πάντες τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι.
§90.2 ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος κατʼ ἐκεῖνο μεμπτέος· πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ
§92 νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα προτρέψομεν. ἐὰν δὲ, μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶν
§94.1 πραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ.
§94.2 σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δʼ εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται·
§96 ἔστι δʼ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δʼ ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δʼ οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ἄνδρες Ἀθηναῖοι, διʼ ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτʼ ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονα
§98 καὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετʼ αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλʼ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότʼ ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ. εἰ γὰρ καὶ μείζων ἐπʼ ἐκείνοις δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς τοῦτʼ αὐτὸ
§100.1 στρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην.
§100.2 καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ
§102 μὴ τὰ προσήκοντʼ αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτʼ, ἄνδρες Ἀθηναῖοι, μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθʼ ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν μὲν παρʼ ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, δʼ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. διʼ ὧν γὰρ δέδωκεν
§104.1 ἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλʼ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται· ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν.
§104.2 Λεπτίνη, σὲ δʼ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρʼ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ὡς ἐφʼ ἑκάτερον ταῦτα
§106 βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων διʼ αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτʼ ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶν
§108.1 ἁπάντων, ἅτʼ οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλʼ ἢν τὰ παρʼ ἡμῶν ποτʼ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτʼ εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις;
§108.2 παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων
§110 εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθʼ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτʼ ὀλεῖται· ἧς οὔτʼ οὖν τινές πω τῶν πάντων οὐδʼ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθʼ ἡμεῖς κίνδυνον πώποθʼ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς διʼ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπʼ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ διʼ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας
§112.1 ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφʼ ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δʼ ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθʼ ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δʼ ἀντʼ ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι διʼ ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν.
§112.2 καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφʼ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι, τῶν δʼ αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν πόλεμος , διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή
§116 που; τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας διʼ ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δʼ ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδʼ ἀκοῦσαι ὅλως οὐδʼ ὁπωστιοῦν ἀνασχόμενοι, τὸν μὲν αἰσχρῶς ἀναχωρῆσαι τῆς Ἑλλάδος παρεσκευάκαμεν, τοὺς δὲ μετὰ τῆς Ἑλλάδος ἐξειλόμεθα τῶν κινδύνων. πάλιν τοίνυν κοινῇ πάντες ξυνεισενεγκεῖν Λακεδαιμονίοις τὰ χρήματʼ ᾠήθημεν δεῖν, ἅπερ ἐδανείσαντο μὲν παρʼ αὐτῶν οἱ τριάκοντα κατὰ τῶν ἐν Πειραιεῖ· ὡς δὲ τὰ πράγματα κατέστη καὶ Λακεδαιμόνιοι ταῦτʼ ἀπῄτουν, οἱ μὲν ἄλλοι πάντες ἀποδοῦναι τοὺς δανεισαμένους
§118.1 ἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν δῆμος ἅπας ἐκτίσῃ.
§118.2 ὅτε τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ μηδʼ ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλʼ ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτʼ οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπʼ ἄλλων, καὶ τοὺς ἄλλους ὑφʼ ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτʼ ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδʼ ἡντινοῦν ὑπερβολὴν
§120.1 ἐλλελοιπότας κακίας, ὡς μηδʼ ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δʼ ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη διʼ αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας, ἡμᾶς δὲ καὶ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γʼ ἂν τὸ καθʼ ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δʼ ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως;
§120.2–156.1
§120.2 καὶ μὴν ἅπας μὲν νόμος, διʼ ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς
§122 χρωμένους παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δʼ ἂν εἴη κατʼ εὐχὴν πόλεσι μᾶλλον τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτʼ ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δʼ αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων τούτων
§124.1 παντάπασι στέρεσθαι. οὕτως σὸς νόμος, Λεπτίνη, καθάπαξ ἀσύμφορος ὢν καὶ τὸ ξύμπαν εἰπεῖν οὐδὲν ὑγιὲς, ἐν τούτῳ μόνῳ πρὸς ὄνησιν ἔσται τῇ πόλει, ἐὰν μηκέτʼ τοῦ λοιποῦ· αὐτός τε γὰρ ταυτηνὶ δώσει τὴν δίκην, μηδὲν χρηστὸν ἔχων ὅλως, καὶ παρασκευάσει τοὺς ἄλλους ἐντεῦθεν μή ποτʼ ἂν ἐθελῆσαι τηλικαῦτα ληρεῖν.
§124.2 χωρὶς δὲ τούτων σκέψασθε, ἄνδρες Ἀθηναῖοι, αὐτοῦ τε τούτου καὶ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων νόμων τὸ διάφορον, ἵνʼ εἰδῆτε σαφῶς ὅτι τοσοῦτον οὗτος δεῖ τουτοισὶ παραβάλλεσθαι καὶ φέρειν εἰς ἴσα, ὡς μηδὲ δίκαιος ὢν ὅλως νόμος κεκλῆσθαι. εἰ γὰρ οἱ μὲν τοσοῦτον τῶν εὐεργετῶν λόγον ποιοῦνται ὡς μὴ μόνον τῶν ἴσων αὐτοὺς ἀξιοῦν, ἀλλʼ ὡς ὑπάρξαντας ἀγαθοῦ καὶ πλέον προσῆκε τιμᾶν, δὲ πᾶν τοὐναντίον καὶ ὧν εἰλήφεσαν ἐκπεσεῖν συμβουλεύει, ἀνάγκη πᾶσα τῷ μὲν ὡς δυσχερῆ καὶ ἀσύμφορα καὶ πρὸς τοσοῦτον ἀτοπίας ἰόντα ὡς μηδʼ εἰς ἀκοὴν πώποτʼ ἀφῖχθαι νομοθετοῦντι μηδὲ προσέχειν ὅλως τὸν νοῦν, ἀλλʼ αὐτοῖς
§126 οἷς φάσκει χαίρειν τοῦτον ἐᾶν· τοὺς δʼ οἷς πάντας τοὺς ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπους καὶ προσέτι τὴν φύσιν αὐτὴν συμψήφους ὧν λέγουσιν ἴσχουσι, μὴ μόνον στέργειν τε καὶ θαυμάζειν, ἀλλὰ καὶ συνήδεσθαι σφίσιν, οὕτως ἄριστα πάντων ἔχουσι. πρὸς δὲ κἀκείνως νόμον ἐξούλης λάχοι τις ἂν εἰκότος αὐτῷ. οἱ μὲν γὰρ εἰ καὶ διάφορα καὶ περὶ ὧν ἂν εἴποι τις φθέγγονται, ἀλλʼ ἐπεὶ πρὸς ἓν μόνον πάντες ὁρῶσι τὸ τῶν πόλεων κέρδος, διὰ τοῦτο καὶ τῆς αὐτῆς προσηγορίας μέτεστι πᾶσι, καὶ τοῦτο κοινὸν κατὰ πάντων κεκράτηκεν ὄνομα νόμοι. δὲ
§128 μηδενὶ τούτων τὰ τοιαῦτα ξυμβαίνων πῶς ἂν ἔχοι λόγον κἀν τῷ καταλόγῳ τούτων τετάχθαι; μᾶλλον δὲ τοῦτʼ ἂν εἴη γε σῶζον λόγον, εἰ ὃν τρόπον τοὺς μὲν ὡς ὑπὲρ ἡμῶν ὄντας τιμῶμεν καὶ σωτῆρας καὶ καθηγεμόνας τοῦ βίου μετὰ τοὺς θεοὺς ἄγομεν, τὸν αὐτὸν τρόπον καὶ τοῦτον ὡς καθʼ ἡμῶν ὄντα παντάπασι παύσομεν. εἰ γὰρ ἐπανόρθωμα κακῶν ἅπαντες εὖ ἔχοντες νόμοι, μηδέν τι τοιοῦτον ἰώμενος τὸ παράπαν, ἀλλὰ καὶ στασιάζειν πρὸς τοὺς εὐεργέτας παρασκευάζων τὴν πόλιν, ταυτὸν δὲ εἰπεῖν καὶ αὐτὴν πρὸς αὑτὴν, πῶς οὐκ ἐν Ἐρινύος ἡμῖν ἔσται μοίρᾳ, παραμένων τῷ βίῳ; ἔπειτα καὶ πάνδεινόν ἐστιν, ἄνδρες Ἀθηναῖοι, εἰ τυράννου καὶ νόμων παντάπασιν ἐναντίων ὄντων, καὶ τῶν μὲν τὰ δίκαια πρὸς τοὺς εὐεργέτας ἐκ παντὸς τρόπου ποιεῖν προτρεπόντων, τοῦ δὲ καὶ ἃς εἰλήφεσαν δωρεὰς μετὰ καὶ τῶν ὄντων αὐτῶν προσαποστεροῦντος·
§130.1 νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει· ἔπειθʼ ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν, ἐφʼ ὃν τύμπανα καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτʼ ἔδει καλεῖν, ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστʼ ἐχρῆν;
§130.2 ἡδέως δʼ ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτʼ ἀφαιρεθῇς, πότερον δυσχερανεῖς μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ οἶδʼ ὅτου χάριν εἰλήφεις· οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν
§132.1 ἀφαιρεθέντα δυσχερανεῖν. εἰ δʼ ἐπὶ τὸ λαβεῖν εἶχες ἀσμένως, ὥσπερ οὖν εἶχες καὶ οὐδεὶς ἀντερεῖ, καὶ πρὸς τὴν ἀφαίρεσιν, εὖ οἶδα, δυσχερανεῖς, καὶ μάλιστʼ εἰ καὶ πρότερος αὐτὸς εὖ ποιήσας τοῦτον ἐτύγχανες. εἶθʼ ὧν οὐκ ἄν ποτʼ αὐτὸς ἕλοιο πεπειρᾶσθαι, ταῦθʼ ὑφʼ ἡμῶν ἑτέρους παθεῖν ἀξιοῖς, καὶ μόνος τῶν πάντων νομοθετεῖν οἴει δεῖν καὶ εἰ πόρρωθεν ἐτύγχανε νομισθέντα, ὡς μηδὲν ὅλως πρὸς ἡμᾶς ὄντα διαγράφειν ἔδει καθάπαξ, καὶ μᾶλλον νόμον τιθέναι τῷ καὶ εἰσαῦθις ἐπιχειρήσοντι τούτοις θανάτου τιμᾶν; καὶ εἰ μὲν ὑφʼ ὁτουοῦν αὐτὸς ὑβρισμένος ἐτύγχανες, οὐκ ἄν ποτʼ ἴσως ἠνέσχου, ἀλλʼ ἤμυνας ἂν ἐκ τῶν ἐνόντων σαυτῷ· σὺ δὲ τούς τε νῦν ὄντας ἡμῶν τούς τε ἐσομένους εἰς ὄνειδος διʼ ὧν νομοθετεῖς καθιστὰς, ἔπειτʼ οὐκ ἄγεις ἐν ψήφοις; ἐὰν γὰρ τις ἐπαγγειλάμενος τύχοι, ταῦτα μὴ δοὺς ὡς εἰς ἀπατεῶνας τελῶν πολλοὺς ἴσχει τοὺς κατηγόρους, καὶ δέδωκεν ἀφελόμενος τίνʼ οὐκ ἂν παρὰ πάντων δέξαιτο μέμψιν;
§132.2 ἐχρῆν τοίνυν ἡμᾶς, ἄνδρες Ἀθηναῖοι, ἐχρῆν,
§134 ἐπεὶ καὶ φύσει καὶ χρόνῳ συγκεκληρωμένον ὥσπερ ἄνωθεν ἔχομεν πάντες εὖ ποιεῖν μᾶλλον εὖ πάσχειν αἱρεῖσθαι, καὶ πρὸς τοὺς νῦν ἀτελείᾳ χρωμένους κατὰ ταὐτὰ διακεῖσθαι καὶ πρὶν ὑπʼ αὐτῶν ἡμᾶς εὖ πεπονθέναι, ταύτης αὐτοὺς ἀξιῶσαι. ὅτε δʼ ὑπʼ αὐτῶν πρόσθεν ἡμεῖς εὖ πεπονθότες ἔπειτα ταύτης αὐτοὺς ἠξιώκαμεν, ἐθελήσομεν πάλιν αὖ ταύτην αὐτοὺς ἀφελέσθαι, ὥσπερ ἐπὶ ῥητοῖς δεδωκότες, ἡμῶν αὐτῶν ὅτι παρέσχομεν καταγνόντες; καὶ τίνα περὶ ἡμῶν αὐτῶν τοῖς Ἕλλησι δώσομεν δόξαν, οἱ μεγαλοψυχίας ἑκασταχοῦ γῆς ἴσχοντες ὄνομα, καὶ οὕτω φανερώτατα πάντων ἀνθρώπων διʼ ἀρετὴν ὑπὸ θεῶν σπουδασθέντες ὡς καὶ λιμοῦ ποτε κατειληφότος τὴν οἰκουμένην πᾶσαν σχεδὸν καὶ Ἕλλησι καὶ βαρβάροις τὸν Πύθιον ἀνελεῖν οὐκ ἂν τὸν λιμὸν ἄλλως πεπαῦσθαι εἰ μὴ Ἀθηναίων ὑπὲρ πάντων
§136 εἰς οὐρανὸν χεῖρας ᾐρκότων; πρὸς γὰρ τῷ τῆς ἐσχάτης ἀγνωμοσύνης εἶναι τὴν τῶν διδομένων ἀφαίρεσιν, καὶ ἣν ἀτέλειαν νῦν ἴσχουσιν οὗτοι, οἴκοθεν καὶ παρʼ ἑαυτῶν ἴσχουσι ταύτην, οὐ χάριν ἡμετέραν λαβόντες, ἀλλʼ ὧν εἰς ἡμᾶς ἔδρασαν ἀγαθῶν ὥσπερ τινὰ ταύτην ἀντειληφότες μισθόν. οὐκοῦν ἐὰν ἀφέλωμεν ταύτην αὐτοὺς, πρῶτον μὲν οὐχ χαριζόμενοι σφίσι παρέσχομεν, ταῦτα τούτους ἀφαιρησόμεθα δή που, ἀλλʼ ὧν κατὰ τὸν τοῦ δικαίου λόγον εἰσὶ κύριοι, τούτων στερήσονται· ἔπειτα καὶ οἷς ἡμᾶς εὖ πεποιήκασιν οὗτοι, ταῦτʼ εἰκότως ἀνταπαιτήσουσι, καὶ πολλῷ δικαιότερον ἡμεῖς,
§138.1 εἴπερ ἡμεῖς μὲν μηδὲν ἐγκαλεῖν ἔχοντες τούτοις μηδὲ μεμφόμενοι, ἀλλʼ ἑκόντες ὄντες ἐνταῦθʼ ἥξομεν, οἱ δὲ καὶ ἄκοντες καὶ τὸ παράλογον τοῦτο ἐπικαλοῦντες ἡμῖν. ὥστε λάθοιμεν ἂν διʼ ἡμῶν αὐτῶν ἐπὶ τουτουσὶ τὸ ξίφος ὠθοῦντες, μᾶλλον δʼ αὐτοῖς ἐπηρεάζειν ἐθέλοντες τοσοῦτον ἡμᾶς καταβλάψομεν, ὅσον οἱ μὲν γʼ ἔσχον ἐν δίκῃ, τούτων οὐκ ἐν δίκῃ στερήσονται, ἡμεῖς δὲ οὐχ ὅσον ἀπατεῶνες δόξομεν εἶναι, ἀλλὰ καὶ ὧν πρόσθεν παρʼ αὐτῶν ἀπελαύσαμεν, τούτων διὰ τὴν εἰς αὐτοὺς ἀγνωμοσύνην ὑφέξομεν δίκην δικαίως, τὴν εἴσπραξιν.
§138.2 ὅσῳ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς καλλίστοις ἐπιχειρεῖν ἐν τῷ βελτίονι κεῖται τὸ μηδὲν χρηστὸν πράττειν αἱρεῖσθαι, τοσούτῳ δεῖ μᾶλλον ἡμᾶς τὴν πρὸς αὐτοὺς πίστιν διὰ τέλους φυλάττειν κεκινηκέναι ταύτην βεβουλῆσθαι, ἀλλὰ μὴν εἴ γε οὕτω προεισενεγκόντες ἡμῖν οὕτως ἀτιμασθήσονται, καὶ οὐδὲν αὐτοῖς τὸ παράπαν ἀρκέσει τὸ γοῦν χαρίτων ὑπῆρχθαι, τί ποτʼ
§140 ἂν ἔμελλον πείσεσθαι μηδὲν ὅλως προεισενεγκόντες; οὓς ἐχρῆν, εἰ μὴ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ἡμετέραν πρὸς ἅπαντας μεγαλοψυχίαν καὶ τὸ πεφυκὸς χαρίζεσθαι, μὴ ταῦτα μόνον εἰς τέλος, ἀλλὰ καὶ πλείω πρὸς τούτοις ἔχειν; τούτων δʼ ὁμοῦ συνιόντων, Ἡράκλεις, εἰς μηδὲν ἐξ αὐτῶν τούτοις ὄνησις ἔσται, ὧν θάτερον ἤρκεσεν ἄν; ἄνευ δὲ τούτων εἰ, ὅτε παρʼ ὑμῶν ἠξιοῦντο τῆς ἀτελείας, ἔφασαν δεδιέναι μὴ μετʼ ὀλίγον αὐτοὺς ταύτην ἀφέλησθε, οὐ μόνον μανίας ἂν εἵλετʼ αὐτοὺς, οὕτως ἔχοντας γνώμης, ἀλλὰ καὶ ὡς τῆς προαιρέσεως ὑμῶν καταψευδομένοις ἐπετιμᾶτε. εἶθʼ τουτοισὶ δεδιόσιν ἐνεκαλεῖτʼ ἂν, ταῦθʼ ὑμεῖς ἑκόντες ἕλοισθʼ ἂν πεπονθέναι; καίτοι οἱ μὲν τοιαυτὶ προϊσχόμενοι τότε οὐ παντελῶς ἀσύγγνωστʼ ἂν λέγειν ἐδόκουν, ἡμῖν δʼ οὕτω διατεθεῖσιν οὐδʼ ἡτισοῦν παρʼ οὐδενὸς παραίτησις ἔσται, ἀλλὰ καὶ ἀπιστήσουσιν ἅπαντες, εὖ οἶδα, ὁμοῦ μὲν τὴν ἡμετέραν μεγαλοψυχίαν, καὶ πρὸς τοὺς πονηροτάτους
§142.1 εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθʼ ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτʼ ἔχειν ψηφίζεσθαι.
§142.2 ἀλλʼ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ, ὅτʼ αὐτοὺς ἀντευποιεῖν ᾤεσθε δεῖν, οὗτοι τοῦ μὴ μεταβαλεῖν ὅρκους ἀπῄτουν, πάντως ἂν εἴξατε τῇ προκλήσει· ἀχθόμενοι μὲν σφίσι τοῦ μὴ πιστεύεσθαι, ἀπειπεῖν δὲ οὐκ ἔχοντες ὅλως τοῦ μὴ τὸ δέος βεβαιῶσαι καθάπαξ. οὐκοῦν ἄτοπον τότε τοῖς ὅρκοις ἐπιστώσασθε ἂν, ταῦτα νῦν ἄνευ ὅρκων μὴ ἐθελῆσαι φυλάξαι, καὶ ταῦτα τοῦθʼ ὡς ἀληθῶς κάλλιον ὂν καὶ πρὸς δόξαν μᾶλλον ὑμῖν, εἴπερ τότε μὲν ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης ἐδοκεῖτε φυλάττειν, νῦν δὲ καὶ χωρὶς τῆς ἐκεῖθεν ἀνάγκης τοῦτο ποιοῦντες γνώμης ἀρίστης καὶ μάλισθʼ ὑμῖν προσηκούσης φέροισθʼ ἂν δόξαν. ἐμοὶ δὲ, ἄνδρες Ἀθηναῖοι, καὶ θαυμάζειν ἔπεισιν, εἰ διαβαλλόντων μέν τινων ἡμᾶς οὐκ ἂν
§144 ἠνεσχόμεθα δή που, ἀλλὰ καὶ προσελάχομεν ἂν τούτοις ὕβρεως δίκην, αὐτοὶ δὲ ἡμᾶς αὐτοὺς τὰ πάντων αἴσχιστα διαβαλεῖν ἐθελήσομεν. ὅταν γὰρ τοῖς μὲν ἐν οἷς ἐπηγγείλαντο τὸν δῆμον ἠπατηκόσιν, ἐὰν, ὡς νόμος κελεύει, κριθέντες ἁλῶσι, θανάτου τιμῶμεν, ἡμεῖς δὲ καὶ δεδώκαμεν ἀφελώμεθα, πῶς οὐχ ἡμῖν αὐτοῖς ἐπιβουλεύειν δόξομεν, ἐφʼ τοὺς ἄλλους ἀξιοῦμεν θανάτου, ταῦθʼ ἑκόντες ἡμᾶς εἰργασμένοι; μάλιστα πάντων ἡμᾶς φυλάξασθαι δεῖ, οὐ μόνον ὅτι τοῦ πράττειν δεῖ μάλιστα πάντων ἡμῖν δεῖ, ὅσῳ καὶ θεοφιλεῖς μάλιστα πάντων ἡμεῖς, ἀλλʼ ὅτι καὶ τοῦτο, μάλιστα πάντων δεῖν, συγγνώμης ἀπήλλακται. καὶ δικαίως. μὲν γὰρ ὁτιοῦν ἀδικῶν κατʼ αὐτὸ τοῦτο μόνον ἴσχει τὴν μέμψιν, δʼ παρʼ ἄλλοις ὡς κάλλιστα
§146.1 τιμωρεῖται, τούτοις ἑκὼν ἐνεχόμενος κατʼ αὐτὸς αὑτοῦ φέρει τὴν ψῆφον τοῦ παρὰ πάντων ἂν εἰκότως μισεῖσθαι, καὶ οἷς τοιαῦτα πράττειν αἱρεῖται καὶ οἷς ταῦτʼ ἐν ἄλλοις κακίζει, ἅπερ αὐτὸς πράττειν αἱρεῖται. πρὸς ὃν ἔγωγʼ ἂν φαίην ὅτι εἰ μὲν τῶν ἐπαινουμένων, τᾶν, ταῦτʼ ὄντα τυγχάνει, πῶς ἐν τοῖς ἄλλοις ἀξιοῖς τιμωρίας; εἰ δὲ τῆς φαυλοτάτης πέφυκε μοίρας, πῶς παρʼ ἄλλοις ὄντα κολάζεις, τούτοις αὐτὸς ὡς βελτίστοις δεῖν οἴει κεχρῆσθαι;
§146.2 καὶ μὴν εἰ τὸ πρὸς οὑστινασοῦν ἰδίᾳ γιγνόμενον βλάβος μέμψεως ἄξιον, που τὸ δημοσίᾳ καὶ κοινῇ τὴν βλάβην ἐπάγον οὐδὲ παραίτησιν ἴσχει. ὑμεῖς τοίνυν φαῦλον μὲν ὁντινοῦν τῶν πολιτῶν καὶ δόξαν οὐκ ἀγαθὴν κεκτημένον οὕτω μισεῖτε ὡς καὶ τῆς πόλεως τάχιστʼ αὐτὸν ἐξελαύνειν, ἐφʼ μὴ καὶ τοὺς ἄλλους ὑπὸ τούτου βεβλάφθαι καὶ πρὸς πολλοὺς ἥκειν τὸ νόσημα. ἐὰν δὲ τὸν Λεπτίνου βεβαιώσωμεν νόμον, οὐ μόνον δόξομεν ἐναγεῖς τὰ τοιαῦτα, ἀλλὰ καὶ κοινὸν ἡμῖν αὐτοῖς ἐπεγεροῦμεν
§148 τὸ μῖσος, καὶ τοὺς εὐεργέτας οὐ μᾶλλον ἀφαιρησόμεθα τὰ δοθέντα ἡμᾶς αὐτοὺς τὸ πιστεύεσθαι. εἰ δὲ τὸ τῆς ἁπάντων εὐνοίας ἐκπεσεῖν καὶ πονηρὰν ἀντὶ χρηστῆς δόξαν λαβεῖν πολλῷ χαλεπώτερον τοῦ δωρεῶν ὡντινωνοῦν ἐστερῆσθαι, πρῶτον μὲν οὐκ ἂν φθάνοιμεν ἡμᾶς αὐτοὺς μᾶλλον τοὺς εὐεργέτας διʼ ὧν ἀφαιρούμεθα ζημιοῦντες· ἔπειτα καὶ δεινῶς ἄτοπον καὶ καινὸν οἴκοθεν ἡμῖν αὐτοῖς τὸν πόλεμον ἐπεισάγειν καὶ τοὺς αὐτοὺς οὐκ ἐκ μέρους, ἀλλʼ ὁμοῦ καὶ ἀδικοῦντας δή που καὶ ἀδικουμένους ὑπάρχειν, καὶ δημίους καὶ πάσχοντας. παρʼ ἄλλου μὲν ἂν γεγονὸς εἶχεν ἄν τινα παραμυθίαν ἡμῖν καὶ προσέτι τοῖς παραδείγμασι φέρειν ἐδόκει, τὸ δʼ ἡμῖν αὐτοῖς ἐπηρεάζοντας ἡμᾶς εἶναι καὶ κακῶς ποιεῖν καὶ τούτου δεινότερον, ἐξὸν μὴ πάσχειν, εἶτα πάσχειν αἱρεῖσθαι, πᾶσαν κακοδαιμονίαν ἐκβαίνει. ὅπου γὰρ καὶ πρὸς τοὺς ὑβριστάς τε καὶ συκοφάντας μεγαλοψυχίᾳ κεχρῆσθαι καὶ ὅπως ἡμῖν ἔπειτʼ αὐτοὺς παρασκευάσομεν εὔνους πάντα ποιεῖν οἰόμεθα χρῆναι, που μανία
§150.1 περιφανὴς, ὅταν *** τοὺς εὐεργέτας καὶ τὰ ἡμέτερʼ αὐτῶν περὶ πάνυ τοι πολλοῦ ποιουμένους καὶ οὐδὲ παυσομένους ταυτησὶ τῆς μανίας, ἐὰν βουλώμεθʼ ἡμεῖς, ἀντὶ τοῦ πάντων ὧν σφίσι προσῆκεν ἐπιεικῶς ἀξιοῦν καὶ πάνυ τοι προσφιλοτιμεῖσθαι, ἡμεῖς δὲ καὶ πολεμίους αὐτοὺς ἐν οἷς ἂν ἀφελώμεθα δείξομεν;
§150.2 εἰ τοίνυν ἡμῖν μὲν χρηστῆς οὕτω μέτεστι γνώμης καὶ πρὸς τοσοῦτον ἥκομεν τοῦ πρὸς πάντας ἁπλῶς εὖ διακεῖσθαι, ὡς καὶ τοὺς ἐχθροὺς εὔνους ἐθέλειν ποιεῖν καὶ μεταβάλλειν ἐφʼ δεῖ, δʼ ἡμᾶς διʼ ὧν συμβουλεύει πᾶσι καθάπαξ συγκρούει, καὶ πρὸς μὴ πεφύκαμεν ἐκβιάζεται, οὐ μόνον ἐστὶ τῆς πολιτείας ἐχθρὸς, ὡς μηδʼ ὁπωστιοῦν αὐτῷ χρῆναι προσέχειν, ἀλλὰ καὶ ἧς ἴσχομεν φύσεως πάντʼ ἄνω καὶ κάτω στροβίλου δίκην ποιῶν, καὶ τοὺς ἐπιεικεστάτους τὰς φύσεις καὶ νόμοις καὶ ἔθεσιν ἐντραφέντας χρηστοῖς τῶν ἀνομωτάτων καὶ ὠμοτάτων ἔλαττον ἔχειν, θεοὶ, παρασκευάζων βαρβάρων, εἴπερ
§152 ἐκεῖνοι μὲν εὐεργέτας τιμῶσιν, ἡμεῖς δʼ αὐτοὺς ἀτιμάζομεν. καὶ οἱ μὲν ὠμότητι γνώμης παρὰ τὴν κοινὴν ἀνθρώπων φύσιν καὶ κατʼ αὐτῶν τῶν οἰκειοτάτων ὁσημέραι χωροῦντες ἐνταῦθα μόνον ταυτηνὶ δή που τηροῦσιν, οὗ φύσει πᾶσιν ἀνθρώποις μέτεστι, λέγω δὴ τοῦ πρὸς τοὺς εὐεργέτας δικαίου· Ἀθηναῖοι δὲ, οἱ μὴ μόνον χρηστότητι φύσεως πάντων ὡς εἰπεῖν ἀνθρώπων διενεγκόντες, ἀλλὰ καὶ πέρα τῆς ἀνθρωπείας φύσεως οὐκ ὀλιγάκις ἀναφανέντες ταῖς ἀρεταῖς, κινδυνεύουσι νῦν ὑπὸ Λεπτίνου καὶ τοῦ κατὰ φύσιν ἐκστῆναι. πάλιν τοίνυν οἱ μὲν τριάκοντα τὰ τείχη τῆς πόλεως καθελόντες οὐ συγκαθεῖλον τὸ φρόνημʼ αὐτῆς, ἀλλʼ, ἑστηκότος πάνυ τοι τούτου, ἀνέστη πάλιν τὰ τείχη πολλῷ περιφανέστερα καὶ καλλίω. Λεπτίνης δὲ νῦν οὐ καθαιρεῖν τείχη πειρᾶται, ἀλλʼ
§154.1 μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ἄνδρες Ἀθηναῖοι.
§154.2 σκοπεῖτε δὲ, ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵνʼ εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλʼ ἐφʼ ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλʼ εἰ μὲν καλόν τι καὶ δίκαιον, οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς
§156.1 μεταδίδως, ἀλλὰ τοῖς μὲν, τοῖς δʼ οὔ; εἰ δʼ ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δʼ ἔοικας οἷς τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δʼ ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δʼ ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως, ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν.
§156.2–188
§156.2 ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. διʼ ὧν γὰρ μόνοις τοῖς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δʼ οὕτω πολλοῦ τινος ἀξίας
§158 νομίζειν ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθʼ ἕνα δή που τῶν τρόπων τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπʼ ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶς ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδʼ ἐγγύς. οὔτε γὰρ
§160.1 ὀλυμπιονίκας μεταδεδωκότας ποτʼ ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε τοῦ προσρήματος σφῶν, οὔθʼ οἷόν τʼ αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν διʼ ἅπερ ἔφην μεμνῆσθαι, πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει.
§160.2 καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν
§162 ἀπαγορεύων, τοῖς δὲ συγχωρῶν, καὶ οὐ μόνον οὐδέτερον τούτων διὰ θάτερον βεβαιῶν, ἀλλὰ καὶ τῇ κοινῇ περὶ τούτων ἐναντιούμενος ψήφῳ; ἐγὼ μὲν ἐκείνως ἂν οἶμαι, καὶ πάντες ξυμφαῖεν ἄν. σὺ δʼ οἷς περὶ τὰς ξυμβουλὰς οὕτω χωλεύεις ἀνδρὸς ἔργον ἐργάζει οὐχ οἷς λέγει θαρροῦντος, ἀλλʼ ἀπιστοῦντος ὡς εἰπεῖν ἑαυτῷ. δεῖ δὲ καὶ νομοθέτην καὶ ξύμβουλον καὶ πάντα τοιοῦτον καθαρῶς ἀποφαίνεσθαι, καὶ μὴ διπλᾶ κρούειν, ὡς λόγος. καίτοι ὅταν τοῖς ἄλλοις πιστεύεσθαι ἀξιῶν μὴ τὴν αὐτὴν αὐτὸς
§164.1 οὗτος περὶ ὧν λέγει δόξαν κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι.
§164.2 ἐμοὶ δὲ, ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον, ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ τὴν ἐν πρυτανείῳ σίτησιν ἀτέλειαν πλέθρα γῆς τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν
§166 ʼκεῖνα, ὅσον ἐκεῖνα μὲν ἀπόδοσις ἂν μᾶλλον δικαίως καλοῖτο δῶρα, ταῦτα δὲ καθαρῶς ἐστι δῶρα μηδὲν προεισενεγκοῦσι δοθέντα. ὥστε τοῦτον τὸν τρόπον ἀδικήσομεν μὲν τοὺς ἄλλους, ἀφῃρηκότες τὰς δωρεὰς, οὗτος δʼ οὐδέν τι τοιοῦτον ἕξει προΐστασθαι· ἀλλὰ χάριν μὲν ἂν εἰδείη μὴ τοῦτο παθὼν, παθὼν δὲ οὐ δυσχερανεῖ δή που δικαίως, οὐδʼ ὡς ἠδικημένος βοήσεται. μᾶλλον δὲ εἰ μὲν οὐδεὶς τῶν δωρεῶν ἐκπεσεῖται, οὐδὲ σὺ τῶν εἰς τὰς ἐκκλησίας προόδων, εἰ δʼ ἀφαιρεθήσονται ταύτας, καὶ αὐτὸς, εὖ ἴσθι, παραπολαύσεις τοῦ νόμου. ἀπολωλεκὼς δὲ τὸ παρρησίᾳ κεχρῆσθαι καὶ ὃν ἐντεῦθεν τέθεικας νόμον συναπολλύμενον ἕξεις. ταύτῃ δὲ τούτων κεχωρηκότων, σὺ μὲν τὸ λοιπὸν ἄτιμος ἔσει, πάντες δʼ ὡς πρόσθεν τὰς δωρεὰς ἕξουσι πεπαυμένου τοῦ νόμου, καὶ μηδενὸς ἔτʼ εἰσαῦθις ἐμποδὼν ἐσομένου. ἑλοῦ τοίνυν δυοῖν θάτερον, τὸν νόμον χαίρειν ἐάσας τῆς προσούσης ἔχεσθαι δόξης, τοῦτον στῆσαι ζητῶν πρὸς τῷ μηδὲν πλέον εἰργάσθαι καὶ ταύτην ἀπολέσαι καθάπαξ.
§168 καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἄρα τῶν εὑρομένων τὰς δωρεὰς οἱ μὲν φαῦλοί τινες ὄντες, οἱ δὲ μικρὰ ἄττα εὖ πεποιηκότες τὴν πόλιν, μειζόνων προσῆκεν ἠξίωνται. μάλιστα μὲν γὰρ εἰ καὶ διὰ πάντων τοῦτʼ ἦν, πρὸς ἡμῶν μᾶλλον ἂν ἦν. διὰ τί; ὅτι πεφύκαμεν ἐξ ἀρχῆς ὥσπερ τοῖς ἄλλοις πᾶσιν, οὕτω κἀν ταῖς εὐεργεσίαις πάντας ἀνθρώπους νικᾶν. κοινοὺς γοῦν εὐεργέτας πάντες ἡμᾶς ᾁδουσι. νῦν δὲ τοσαῦτα μέν ἐστι τούτων τὰ πλεῖστα καὶ οὕτω πολλοῦ τινος ἄξια ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτʼ εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι. τοιοῦτοι δέ τινες οὗτοι καὶ πρὸς τοσοῦτον ἥκοντες τοῦ θαυμάζεσθαι, ὡς μὴ μόνον τὰς δωρεὰς, ἃς παρʼ ἡμῶν ἔσχον, μᾶλλον σεμνύνειν ὑπʼ ἐκείνων οὗτοι σεμνύνεσθαι, ἀλλὰ καὶ εἰ μή πω κατʼ ἀνθρώπους νενόμισται τὸ τῶν δωρεῶν, διʼ αὐτοὺς ἂν νενομίσθαι· οὓς καθʼ ἕκαστον μὲν διιέναι,
§170.1 οὐ τοὺς ἐπὶ τῶν ἄνω χρόνων λέγω, ἀλλὰ καὶ πάντας τοὺς ἐφʼ ἡμῶν τουτουσὶ, μακρὸν ἂν εἴη καὶ πόρρω τοῦ καθʼ ἡμᾶς δυναμένου. ἑνὸς δὲ μόνου τοῦ χθὲς καὶ πρώην πολλῶν καὶ μεγάλων ἀγαθῶν αἰτίου καταστάντος τῇ πόλει μνησθεὶς, ὑμῖν αὐτοῖς καταλείπω τὴν ψῆφον, εἰ ἄρʼ ἄξιός ἐστιν ἁνὴρ οὐκ ἀτελείας μόνον, ἣν ἔδοτʼ αὐτῷ καὶ παισὶν, οὐδὲ πλείστων ὅσων ἄλλων δωρεῶν καὶ στεφάνων, ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους διʼ αὐτὸν εὖ πεπονθέναι.
§170.2 ἄξιος δὲ καὶ τούτου Χαβρίας, καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς
§172 Ἰφικράτης. μόνος γὰρ οὗτος τῶν εἰς κοινὸν πολιτευσαμένων πλείστας τε καὶ καλλίστας ὑπὲρ ἡμῶν ἑκάστοτε κτησάμενος νίκας, οὐδαμοῦ δὲ ἡττηθεὶς, οὐδὲ τῆς προσούσης εὐψυχίας οὐδὲ καθʼ ὁντιναδήποτε τρόπον ἔλαττον σχὼν, οὐ μόνον παρʼ οὐδενὸς ἐπεσπάσατο φθόνον, ἀλλὰ καὶ ὡς τὰ μέγιστα τὴν πόλιν εὖ πεποιηκὼς παρὰ πάντων βοᾶται, τοῦτο μὲν πρὸς πολλοῖς ἄλλοις καὶ Λακεδαιμονίους οὕτω καταναυμαχήσας ἐν Νάξῳ, ὡς ἑβδομήκοντα δή που τριήρεις καὶ τρισχιλίους αἰχμαλωτοὺς λαβεῖν, τοῦτο δʼ ἑπτακαίδεκα παραστησάμενος πόλεις, δέκα δὲ καὶ ἑκατὸν ἀπὸ τῶν πολεμίων τάλαντʼ ἀποφήνας ἡμῖν, καὶ τὸ ξύμπαν εἰπεῖν θαυμαστὸς διὰ πάντων
§174 φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφʼ ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν; καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθʼ ὑφʼ ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δʼ, θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδʼ ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.
§176 καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθʼ ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δʼ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπʼ αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δʼ αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δʼ ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις,
§178.1 καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδʼ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν τὰ πάντων αἴσχιστα εἰργασμένου.
§178.2 καὶ μὴν εἰ μὲν, ὅθʼ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλʼ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ ʼκείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρʼ ἐκείνου βεβαίαν
§180.1 καθάπαξ καθεστάναι τῇ πόλει, δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτʼ εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθʼ ὧν νόμος ἔσθʼ οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι· ὑμεῖς δὲ, ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθʼ ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρʼ ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον.
§180.2 οὐ μὴν ἀλλʼ εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δʼ οὐκ
§182 ἔσθʼ ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς τοῦτον εὖ ποιήσας προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ διʼ ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτʼ ἀνέλοιτε, μηδʼ ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδʼ ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτʼ ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλʼ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν
§184.1 δόσει τῷ τʼ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλʼ ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου, δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται.
§184.2 ἐγὼ δὲ καὶ τοῦτο λέγω· ὡς εἰ μὲν εὖ ποιοῦντες οὐκ εὖ πάσχειν ἐμέλλομεν, οὐδʼ οὕτως ἂν τὸ εὖ ποιεῖν ὑπὸ μεγαλοψυχίας ἔδει παρεῖναι, ἱκανὸν νομίζοντας κέρδος τὴν παρὰ τῶν εὖ πασχόντων αἰδῶ τε καὶ χάριν. ὅτε δὲ πρὸς τούτῳ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἔστιν,
§186 που μανία σαφὴς ἡμᾶς αὐτοὺς τῶν τοιούτων ἀποστερεῖν. ἐν μὲν γὰρ τῷ τοὺς ἄλλους ὅτʼ ἔξεστιν εὖ ποιεῖν προθυμεῖσθαι καὶ ἡμᾶς αὐτούς ἐστιν εὖ ποιεῖν, ἐν δὲ τῷ μηδένα τούτων ποιεῖσθαι λόγον ἐν τοῖς μεγίστοις ἡμᾶς αὐτοὺς ζημιοῦν. εἰ δὲ τὸ μὴ βούλεσθαι μὲν εὖ ποιεῖν μέμψεως οὐκ ἀπήλλακται, οὐδέ γε πολὺ μᾶλλον τὸ μὴ τοὺς εὖ πεποιηκότας ἀντευποιεῖν, τῷ καὶ τὰ δεδομένα σφίσιν ἐπιχειρεῖν ἀφελέσθαι, Ἡράκλεις, πᾶς τις ἂν καθʼ ὑπερβολὴν νεμεσήσαι, ὡς μήτε πώποτε παρʼ οἱστισινοῦν τῶν ἁπάντων γεγενημένῳ νῦν τε οὐκ ἂν παρʼ ἡμῖν ἀρχὴν εἰληφότος, νόμων ὄντων καὶ δίκης, καὶ τοῦ κοινῇ διὰ πάντων λυσιτελοῦντος θεῶν βουλομένων ἀεὶ δήποτε νικῶντος τῇ πόλει, καὶ προσέθʼ ἡμῶν τοσοῦτον ἀπεχόντων τοῦ ταῦτα ποιεῖν αἱρεῖσθαι ὡς καὶ τοὺς παρʼ ἡμῶν δωρεὰς εἰληφότας, ἐάν ποθʼ ἡμῖν ἐθελήσωσι ταύτας πάλιν προέσθαι, ἐχθροὺς ἂν τῷ ὄντι νομίσαι, ὡς ἀναξίως ἐν
§188 τούτοις καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῶν προγόνων βεβουλευμένους· εἰ δʼ οὐκ ἀνεκτὸν, ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἤδη, πόσον τι χρὴ νομίζειν ἐκεῖνο;
Tap any Greek word to look it up
An open-access project
Dindorf 1829
Dindorf, Reimer, 1829 · 1829
The Editor

Wilhelm Dindorf (1802–1883) was a prolific German classical scholar based in Leipzig who, together with his brother Ludwig, edited an extraordinary range of Greek texts. Wilhelm produced editions of the Greek orators, historians, and poets for multiple publishers including the Oxford University Press and Teubner. His output was vast — he edited Aristophanes, Sophocles, Euripides, Demosthenes, Harpocration, and many others. Though some of his editions have been superseded, Dindorf's work was foundational for 19th-century classical scholarship and many of his texts remained in scholarly use well into the 20th century.

About This Edition

Dindorf's editions, produced in the mid-19th century, represent an important stage in the history of classical textual criticism — after the great manuscript discoveries of the early 1800s but before the systematic stemmatics of the late 19th century. His texts are generally reliable but reflect the editorial methods of their time: relatively sparing apparatus criticus, and editorial choices sometimes influenced more by taste than by strict manuscript analysis. Where more modern critical editions exist, those should generally be preferred, but for many minor authors and texts Dindorf's edition remains the most recent or the most accessible.

Tap any Greek word to look it up